Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 14.12 Dem. 14.15 (English) >>Dem. 14.20

14.14ἐγὼ τοίνυν, ἄνδρες Ἀθηναῖοι, ταῦτά τε καὶ παραπλήσια τούτοις λογιζόμενος λόγον μὲν οὐδένʼ ἐβουλόμην θρασὺν οὐδʼ ἔχοντα μάταιον μῆκος εὑρεῖν· τὴν μέντοι παρασκευήν, ὅπως ὡς ἄριστα καὶ τάχιστα γενήσεται, πάνυ πολλὰ πράγματʼ ἔσχον σκοπῶν. οἴομαι δὴ δεῖν ἀκούσαντας ὑμᾶς αὐτήν, ἂν ὑμῖν ἀρέσκῃ, ψηφίσασθαι. ἔστι τοίνυν πρῶτον μὲν τῆς παρασκευῆς, ἄνδρες Ἀθηναῖοι, καὶ μέγιστον, οὕτω διακεῖσθαι τὰς γνώμας ὑμᾶς ὡς ἕκαστον ἑκόντα προθύμως τι ἂν δέῃ ποιήσοντα. 14.15ὁρᾶτε γάρ, ἄνδρες Ἀθηναῖοι, ὅτι, ὅσα μὲν πώποθʼ ἅπαντες ἐβουλήθητε καὶ μετὰ ταῦτα τὸ πράττειν αὐτὸς ἕκαστος ἑαυτῷ προσήκειν ἡγήσατο, οὐδὲν πώποθʼ ὑμᾶς ἐξέφυγεν, ὅσα δʼ ἐβουλήθητε μέν, μετὰ ταῦτα δʼ ἀπεβλέψατʼ εἰς ἀλλήλους ὡς αὐτὸς μὲν ἕκαστος οὐ ποιήσων, τὸν δὲ πλησίον πράξοντα, οὐδὲν πώποθʼ ὑμῖν ἐγένετο. 14.16ἐχόντων δʼ ὑμῶν οὕτω καὶ παρωξυμμένων, τοὺς διακοσίους καὶ χιλίους ἀναπληρῶσαί φημι χρῆναι καὶ ποιῆσαι δισχιλίους, ὀκτακοσίους αὐτοῖς προσνείμαντας· ἐὰν γὰρ τοῦτʼ ἀποδείξητε τὸ πλῆθος, ἡγοῦμαι, τῶν ἐπικλήρων καὶ τῶν ὀρφανῶν καὶ τῶν κληρουχικῶν καὶ τῶν κοινωνικῶν καὶ εἴ τις ἀδύνατος ἀφαιρεθέντων, ἔσεσθαι χίλια καὶ διακόσια ταῦθʼ ὑμῖν σώματα. 14.17ἐκ τοίνυν τούτων οἶμαι δεῖν ποιῆσαι συμμορίας εἴκοσιν, ὥσπερ νῦν εἰσιν, ἑξήκοντα σώματʼ ἔχουσαν ἑκάστην. τούτων δὲ τῶν συμμοριῶν ἑκάστην διελεῖν κελεύω πέντε μέρη κατὰ δώδεκʼ ἄνδρας, ἀνταναπληροῦντας πρὸς τὸν εὐπορώτατον ἀεὶ τοὺς ἀπορωτάτους. καὶ τὰ μὲν σώμαθʼ οὕτω συντετάχθαι φημὶ δεῖν· διʼ δʼ, εἴσεσθε, ἐπειδὰν ὅλον τὸν τρόπον τῆς συντάξεως ἀκούσητε.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 14.12 Dem. 14.15 (English) >>Dem. 14.20

Powered by PhiloLogic